Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.117 Joseph. AJ 5.121 (English) >>Joseph. AJ 5.126

5.119θάπτεται δὲ ἐν πόλει Θαμνᾶ τῆς Ἐφραίμου φυλῆς. θνήσκει δὲ ὑπʼ αὐτὸν τὸν καιρὸν καὶ Ἐλεάζαρος ἀρχιερεὺς Φινεέσῃ τῷ παιδὶ τὴν ἱερωσύνην καταλιπών, καὶ μνημεῖον αὐτῷ καὶ τάφος ἐν Γαβαθᾶ πόλει τυγχάνει. 5.120

Μετὰ δὲ τὴν τούτων τελευτὴν Φινεέσης προφητεύει κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἐπʼ ἐξωλείᾳ τοῦ Χαναναίων γένους τῇ Ἰούδα φυλῇ παρασχεῖν τὴν ἡγεμονίαν· καὶ γὰρ τῷ λαῷ διὰ σπουδῆς ἦν μαθεῖν τί καὶ τῷ θεῷ δοκεῖ. καὶ προσλαβοῦσα τὴν Σεμεωνίδα, ἐφʼ ᾧτε ἐξαιρεθέντων τῶν ἐκείνης ὑποτελῶν καὶ τοὺς ἐν αὐτῇ τῇ κληρουχίᾳ τοῦτο ποιῶσιν 5.121

Χαναναῖοι δʼ ἀκμαζόντων αὐτοῖς κατʼ ἐκεῖνον τὸν καιρὸν τῶν πραγμάτων στρατῷ μεγάλῳ κατὰ Ζεβέκην αὐτοὺς ὑπέμενον τῷ βασιλεῖ τῶν Ζεβεκηνῶν Ἀδωνιζεβέκῳ τὴν ἡγεμονίαν ἐπιτρέψαντες· τὸ δὲ ὄνομα τοῦτο σημαίνει Ζεβεκηνῶν κύριος· ἀδωνὶ γὰρ τῇ Ἑβραίων διαλέκτῳ κύριος γίνεται· ἤλπιζόν τε κρατήσειν τῶν Ἰσραηλιτῶν διὰ τὸ τεθνάναι Ἰησοῦν. 5.122συμμίξαντες δὲ αὐτοῖς Ἰσραηλῖται ταῖς δυσὶ φυλαῖς αἷς προεῖπον ἐμαχέσαντο λαμπρῶς καὶ κτείνουσι μὲν αὐτῶν ὑπὲρ μυρίους, τρεψάμενοι δὲ τὸ λοιπὸν καὶ διώκοντες αἱροῦσι τὸν Ἀδωνιζέβεκον, 5.123ὃς ἀκρωτηριασθεὶς ὑπʼ αὐτῶν φησιν, “ἀλλʼ οὐκ εἰς τὸ πᾶν ἄρα λήσεσθαι θεὸν ἔμελλον τάδε πεπονθώς, κατὰ δυοῖν



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.117 Joseph. AJ 5.121 (English) >>Joseph. AJ 5.126

Powered by PhiloLogic